Εκκλησία της Ελλάδος
Ενημερώθηκε στις:

Ευχή στον Άγιο Μεγαλομάρτυρα Δημήτριο τον Μυροβλύτη

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, προαίωνιε Λόγε τοῦ Θεοῦ καὶ Πατρός, ὁ διὰ τῆς χάριτός σου ἐμπνεύσας, ἐν τῇ ψυχῇ τοῦ ἐνδόξου Μάρτυρος Δημητρίου εὐστάθειαν, τοῦ ἀνδρείως καθυπομεῖναι, ἐν πηλίνῳ σώματι, τὰς τῶν τυράννων σφοδρὰς βασάνους διὰ τὸ ὄνομά σου· ἐνίσχυσον δεόμεθά σου καὶ ἡμᾶς, ἵνα δυνηθῶμεν καρτερῶς ὑπομένειν τοὺς διὰ τὰς ἁμαρτίας ἡμῶν γενομένους πειρασμούς, καὶ παντοδαπὰς ἀπειλὰς τοῦ διαβόλου· καὶ καθάπερ τότε καταργήσας τῇ δυνάμει σου διὰ αὐτοῦ, τὰς ἐπινοίας τῶν παρανόμων, ἐχαροποίησας τὰ τῶν Ἀγγέλων τάγματα, οὕτω καὶ νῦν, αὐτοῦ πρεσβεύοντος, εὔφρανον τὰς ψυχὰς ἡμῶν, ῥυσάμενος ἡμᾶς τῆς ἐπικειμένης ἡμῖν πρὸ πολλοῦ πικρᾶς τυραννίας, ὅπως ἂν καὶ ἡμεῖς οἰ ταπεινοί σου οἰκέται, εἰρηναίαν ζωὴν ἄγοντες, καὶ τὴν ἐτήσιον μνήμην αὐτοῦ ἐπιτελοῦντες, καταξιωθῶμεν τῷ ἐλέει σου εὐαρεστῆσαί σοι. Ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΔΙΑΒΑΣΤΕ ΕΠΙΣΗΣ

     

    Ακολουθήστε το Πενταπόσταγμα στο Google news Google News

    ΔΗΜΟΦΙΛΗ